Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.331 Joseph. AJ 8.335 (English) >>Joseph. AJ 8.338

8.333καὶ γὰρ εὐλαβεῖσθαι πρὸς αὐτὸν ἔφασκε, μὴ τοῦ θεοῦ φανέντος αὐτῷ πάλιν εἰς ἄλλον ἀπέλθῃ τόπον, εἶτα διαμαρτὼν αὐτοῦ πέμψαντος τοῦ βασιλέως μὴ δυνάμενος εὑρεῖν ὅπου ποτʼ εἴη γῆς ἀποθάνῃ. 8.334προνοεῖν οὖν αὐτοῦ τῆς σωτηρίας παρακαλεῖ τὴν περὶ τοὺς ὁμοτέχνους αὐτοῦ σπουδὴν λέγων, ὅτι σώσειεν ἑκατὸν προφήτας Ἱεζαβέλης πάντας τοὺς ἄλλους ἀνῃρηκυίας καὶ ἔχοι κεκρυμμένους αὐτοὺς καὶ τρεφομένους ὑπʼ αὐτοῦ. δὲ μηδὲν δεδιότα βαδίζειν ἐκέλευε πρὸς τὸν βασιλέα δοὺς αὐτῷ πίστεις ἐνόρκους, ὅτι πάντως κατʼ ἐκείνην Ἀχάβῳ φανήσεται τὴν ἡμέραν. 8.335

Μηνύσαντος δὲ τῷ βασιλεῖ Ὠβεδίου τὸν Ἠλίαν ὑπήντησεν Ἄχαβος καὶ ἤρετο μετʼ ὀργῆς, εἰ αὐτὸς εἴη τὸν Ἑβραίων λαὸν κακώσας καὶ τῆς ἀκαρπίας αἴτιος γεγενημένος. δʼ οὐδὲν ὑποθωπεύσας αὐτὸν εἶπεν ἅπαντα τὰ δεινὰ πεποιηκέναι καὶ τὸ γένος αὐτοῦ ξενικοὺς ἐπεισενηνοχότας τῇ χώρᾳ θεοὺς καὶ τούτους σέβοντας, τὸν δʼ ἴδιον αὐτῶν, ὃς μόνος ἐστὶ θεός, ἀπολελοιπότας καὶ μηδεμίαν ἔτι πρόνοιαν αὐτοῦ ποιουμένους. 8.336νῦν μέντοι γε ἀνελθόντα ἐκέλευε πάντα τὸν λαὸν εἰς τὸ Καρμήλιον ὄρος ἀθροῖσαι πρὸς αὐτὸν καὶ τοὺς προφήτας αὐτοῦ καὶ τῆς γυναικός, εἰπὼν ὅσοι τὸν ἀριθμὸν εἴησαν, καὶ τοὺς τῶν ἀλσῶν προφήτας ὡς τετρακοσίους τὸ πλῆθος ὄντας.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.331 Joseph. AJ 8.335 (English) >>Joseph. AJ 8.338

Powered by PhiloLogic